ΕΥΧΗ ΕΠΙ ΕΘΝΟΥΣ ΕΠΙΔΡΟΜΗι
τοῦ ἁγίου Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ
προσαρμοσθεῖσα
εἰς τὴν περίπτωσιν τῆς Οὐκρανίας
Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων καὶ διαμένων εἰς τοὺς αἰῶνας, ὁ τοσοῦτον ὑπερβάλλων1 τῇ εὐσπλαγχνίᾳ ὅσον καὶ τῷ τῆς δυνάμεως ἀπεριλήπτῳ2, ὁ διὰ τοὺς ἀνεκδιηγήτους σου οἰκτιρμοὺς κλίνας3 οὐρανοὺς καὶ καταβὰς ἐπὶ τὴν γῆν καὶ διὰ τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν ἐνανθρωπήσας, ὁ τὴν ἡμετέραν ἀπαθανατίσας ἣν προσελάβου φύσιν καὶ μετ' αὐτῆς ἀνελθὼν ὅθεν καὶ κατῆλθες, ὡς ἂν ἐξ οὐρανῶν ὑπακούῃς ἵλεως τῶν ἐν συντεντριμμένῃ καρδίᾳ βοώντων πρὸς σέ· αὐτός, δέσποτα τῶν ἁπάντων, κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν τῶν ἀναξίων δούλων σου τῶν ἐμφραττομένων τὸ στόμα διὰ τὸ τῆς συνειδήσεως αὐτοκατάκριτον, τολμώντων δὲ ὅμως τὴν δέησιν. ἴσμεν γὰρ ἀναξίως πολιτευθέντες τῆς σῆς ὑπὲρ ἡμῶν μέχρις ἡμῶν ἀπορρήτου κενώσεως καὶ τῶν μεγάλων ἔργων καὶ λόγων καὶ παθημάτων καὶ τῆς μέχρις ᾅδου συγκαταβάσεως καὶ τῆς ὑπερδεδοξασμένης ἐπανελεύσεως· ἀλλ' οἴδαμέν σου καὶ τὴν ἀήττητον φιλανθρωπίαν καὶ τὴν ἀδαπάνητον ἀγαθότητα· δι᾿ ὃ καὶ προσρίπτομεν ἑαυτοὺς εἰς τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν καὶ ὁμολογοῦμεν τὴν δεσποτείαν, εἰ καὶ τῶν σῶν ἀλλοτριούμεθα προσταγμάτων διὰ τὸ πλῆθος τῶν πλημμελημάτων ἡμῶν, καὶ δεόμεθά σου· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τῶν ἀδελφῶν ἡμῶν, τοῦ λαοῦ σου τοῦ ἐν τῇ χώρᾳ τῆς Οὐκρανίας, μηδὲ παραδῷς αὐτοὺς τοῖς ἐναντίον αὐτῶν μαινομένοις. ᾿Επίβλεψον ἐπ᾿ αὐτοὺς καὶ ἐφ᾿ ἡμᾶς εὐσπλάγχνῳ σου ὄμματι, ἔπιδε συμπαθῶς ἐπὶ τὴν ταπείνωσιν αὐτῶν καὶ δεῖξον ἀνωτέρους τῶν τε ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ τῶν ὑφισταμένων καὶ ἐπικειμένων καὶ προσδοκωμένων δεινῶν. ῎Ενθες αὐτοῖς καὶ ἡμῖν δύναμιν ἐξ ὕψους· περιτείχισον αὐτούς τε καὶ ἡμᾶς τῇ σῇ παντοδυνάμῳ δεξιᾷ· φύλαξον αὐτοὺς καὶ ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου· κατοχύρωσον τῇ πρὸς ἀλλήλους ἀγάπῃ καὶ εἰρήνην ἀστασίαστον δώρησαι. Πρὸ δὲ πάντων καὶ ἐπὶ πᾶσι τὸν σὸν φόβον καὶ τὴν σὴν ἀγάπην ἐν αὐτοῖς καὶ ἡμῖν στήριξον, ἵνα καὶ ἐπ᾿ αὐτοὺς καὶ ἐφ' ἡμᾶς δοξασθῇ τὸ ὄνομά σου τὸ ἅγιον· ὅτι μόνῳ σοι κατελείφθησαν καὶ πρὸς σὲ μόνον βλέπουσι καὶ ἐπὶ σοὶ μόνῳ πάσας τὰς ἐλπίδας ἔχουσι καὶ σοὶ τὴν δόξαν αὐτοὶ καὶ ἡμεῖς ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
'Ερμηνευτικὲς σημειώσεις
1. ποὺ ὑπερέχεις. 2. ἀπεριόριστο. 3. ποὺ χαμήλωσες.